On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἀλλὰ τοῦτο διαμφισβητοῦσί τινες ὡς ἄρ᾽ οὐκ ἀνοίγουσιν οἱ ψῆνες ἀλλὰ συμμύειν ποιοῦσιν ὅταν εἰσδύωσιν ὅθεν καὶ

τὴν αἰτίαν ἐστὶν ἐκ τοῦ ἐναντίου φέρειν ὡς τούτου χάριν ἐριναζομένων· ἐὰν γὰρ συμμύωσιν οὔθ᾽ ἡ δρόσος οὔτε τὰ ψακάδια δύναται διαφθείρειν ὑφ᾽ ὧν ἀποπίπτουσι διυγραινόμενοι ὥσπερ καὶ οἱ κύτινοι τῶν ῥοῶν. ὅτι δὲ ταῦτα αἴτια μηνύει τὸ συμβαῖνον ὃ δὴ καὶ λέγουσί τινες· ἀποβάλλουσι γὰρ μᾶλλον ὑδατίων ἐπιγινομένων. σημεῖον δ᾽ ὅτι κἀκεῖνό ἐστι τοῦ συμμύσαι χάριν· ἐὰν γὰρ μὴ ἔχωσι περιάπτειν τῇ ἄμμῳ ἐπιπάττουσιν ἵνα συμμύσῃ· καὶ ὁ κονιορτὸς δὲ ποιεῖ διὰ τοῦτο ἐπιμένειν ὅτι συμμύει κονιορτούμενα· τὰ δὲ τῶν ὀψίων οὐ διοίγεται κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἀλλὰ συμμύει, δι᾽ ὃ καὶ ἐπιμένει καὶ οὐδὲ ὅλως ἐρινασμοῦ δέονται· μετὰ ταῦτα δ᾽ ἰσχύοντ᾽ ἤδη καὶ ἅμα τῆς ὥρας μεταβεβληκυίας ἀνοίγεταί τε καὶ οὐκ ἀποπίπτει. τὴν μὲν οὖν αἰτίαν ἀμφοτέρως λαβεῖν ἐνδέχεται.

τάχα δ᾽ ἄν τις φαίη ταῦτά γε οὐδὲν ὑπεναντιοῦσθαι· καὶ γὰρ ὑδάτων ἐπιγινομένων ἀσθενέστερα τὰ ἐρινὰ καὶ πλείων ὑγρότης γίνεται δι᾽ ἣν ἐκπνευματουμένην ἡ ἀποβολή· καὶ τῇ ἄμμῳ πάττειν ἀποξηραίνειν βουλομένους δι’ ὃ καὶ τὸν κονιορτὸν ὠφελεῖν· ἐξαιρεῖν γὰρ τὸ ὑγρὸν ὃ τῆς ἀποβολῆς αἴτιον.

εἰ μὲν οὖν μηθὲν ἀντιλέγει δῆλον ὡς ἐν ἐκείνῳ τὸ αἴτιον. εἰ δὲ ἐναντιοῦται συμβαίνοι ἂν ἐκείνως μὲν ἀπὸ τῶν ἐντὸς εἶναι τὴν ἀρχὴν καὶ εἴ τι προσεπιγίνεται τῶν ἐκτὸς, οὕτως δ᾽ ἀπὸ τῆς ἔξωθεν ὑγρότητος ὑφ᾽ ἧς μάλιστ᾽ ἂν ἀποπίπτοι τὰ ὀρθὰ πεφυκότα καὶ μὴ κατακλινῆ καθάπερ οἱ κύτινοι· πιθανὸν δὲ καὶ ἐξ αὐτῶν τινας αἰτίας εἶναι τῆς ἀποβολῆς ὥσπερ νοσησάντων πλὴν ἡ μὲν νόσος ἴσως κοινὴ πάντων τῶν καρπῶν.

τοῦ δὲ συμμύειν ὅταν εἰσδύωσιν οἱ ψῆνες ἀνάγκη τινὰ λέγειν αἰτίαν· ἐπεὶ τό γ᾽ ἐκβόσκεσθαι τὴν ὑγρότητα τὴν ἐνυπάρχουσαν οἰκείαν οὖσαν ἀληθὲς, δι᾽ ὅπερ πρὸς τὴν ἐπιμονὴν χρήσιμον, τὰ μέντοι σῦκα χείρω ποιεῖ· κενωθέντα γὰρ τὰ ἐριναστὰ

μᾶλλον ἐπισπᾶται καὶ πλείω τὸν ὀπόν· ὅθεν ἔνιοί γ᾽ οὐδ᾽ ἐρινάζουσιν ἀλλὰ καὶ πωλοῦντες κηρύττουσιν ὡς ἀνερίναστα καὶ δοκεῖ πολὺ διαφέρειν. ἔτι δ᾽ ἐχρῆν τοῖς βορείοις ἧττον ἀποπίπτειν, συμμύει γὰρ μᾶλλον, εἰ μὴ ἄρα τῷ ξηραίνεσθαι διαχάσκει.