On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
Ἐπεῖ δὲ καὶ τὰ ἐδάφη μεγάλας ἔχει διαφορὰς λεκτέον καὶ περὶ τούτων, καὶ γὰρ αὐτὰ τῆς φύσεως ἐστιν. ἀβλαστῆ δὲ δι᾽ ἄμφω γίνεται καὶ διὰ τὸν ἀέρα καὶ διὰ τὴν γῆν πολλάκις· ὁτὲ μὲν γὰρ τὰ κάτω χρηστότατα τὰ δ᾽ ὑπὲρ γῆς φαῦλα ὁτὲ δὲ ὁ μὲν ἀὴρ εὔτροφος τὰ δὲ τῆς γῆς φαῦλα καθάπερ ὅταν ἀμμώδης ἢ κεραμὶς ἢ κατακεκαυμένη τις τυγχάνῃ· ῥίζωσιν γὰρ καὶ τροφὴν οὐδεμία τῶν τοιούτων ἔχει. καὶ σχεδὸν αἱ μὲν ἀβλαστεῖς εἰσιν αὗται καὶ εἴ τις ἄρα δίυγρος ὅλως ἢ πηλώδης.
τῶν δὲ βλαστητικῶν καὶ ἐγκάρπων οὐ κακῶς ἡ διαίρεσις ἡ πρὸς τὰ σπέρματα καὶ τὰ δένδρα λέγεται τῷ τὴν μὲν πίειραν ἀμείνω σιτοφόρον τὴν δὲ λεπτοτέραν δενδροφόρον εἶναι. λαμβάνει γὰρ ὥσπερ καὶ πρότερον εἴπομεν ὁ σῖτος καὶ ἁπλῶς τὰ ἐπέτεια τὴν ἐπιπολῆς τροφὴν ἣν δεῖ μὴ ὀλίγην μηδ᾽ εὐξήραντον εἶναι καθάπερ ἐν ταῖς λεπταῖς, τὰ δὲ δένδρα διὰ τὸ μεγάλας καὶ ἰσχυρὰς ἔχειν τὰς ῥίζας καὶ τὴν ἐκ βάθους.
αὕτη δὲ ἐν μὲν τῇ πιείρᾳ δαψιλὴς λίαν οὖσα βλάστην μὲν ποιεῖ καλὴν καὶ μέγεθος τοῖς δένδροις καρπὸν δ᾽ οὐ ποιεῖ διὰ τὸ μὴ ἐκπέττειν, ἐν δὲ τῇ λεπτοτέρᾳ ξύμμετρος γίνεται πρὸς ἄμφω καὶ κρατοῦντα τὰ δένδρα δύναται καρποτοκεῖν. ἡ δὲ πίειρα πάμπαν οὐδενὶ ξυμφέρει φυτῷ· ξηραίνει γὰρ μᾶλλον τοῦ δέοντος ὥσπερ καὶ Μενέστωρ φησί· τοιαύτην δ᾽ εἶναι τὴν πλυντρίδα χρῶμα δ᾽ ὑπόλευκον. ἀρίστη δὲ δῆλον ὡς ἡ ἄριστα κεκραμένη καὶ ὅλως μανή τις οὖσα καὶ μὴ ψυχρὰ καὶ ἔνικμος· καὶ εὐδίοδος γὰρ οὕτω ταῖς ῥίζαις ἐστὶ καὶ εὔτροφος ὅπερ βούλονται καὶ αἱ ἡμερώσεις καὶ αἱ κατεργασίαι καὶ κοπρίσεις ποιεῖν.
ἄλλη δὲ πρὸς ἄλλα τῶν δένδρων ἁρμόττει μᾶλλον ὥσπερ καὶ διαιροῦσιν, ὥσπερ ἡ σπιλὰς καὶ ἔτι
μᾶλλον ἡ λευκόγειος ἐλαιοφόρος· ἰκμάδα τε γὰρ ἔχει καὶ πνεῦμα πολὺ δεῖται δὲ καὶ ἀμφοῖν. ἡ δὲ λειμωνία καὶ ἔφαμμος ἀμπελοφόρος ἀγαθὴ καὶ ὅλως ἥτις ἂν ᾖ μανὴ καὶ κούφη καὶ λεπτὴ καὶ ἔφυδρος οὕτως ὥστε τὸ οὐράνιον ὕδωρ μὴ διϊκνεῖσθαι πρὸς τὸ ἐν αὐτῇ· τροφῆς γὰρ πολλῆς ἡ ἄμπελος δεῖται διὰ τὸ θερμὴ καὶ μανὴ καὶ ὑγρὰ καὶ πολύκαρπος εἶναι· τάχα δὲ καὶ δι᾽ αὐτὰ ταῦτα καὶ πολύκαρπος· ἔτι δὲ οὐκ εὔσηπτοι τῶν ὑγρῶν αἱ ῥίζαι καθάπερ αἱ τῶν ξηρῶν ὥστε δύνασθαι καὶ ἐπισπᾶσθαι καὶ ἀντέχειν καὶ διαδιδόναι.