On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

μεγίστη δ᾽ οὖν διαφορὰ κατὰ τὰ ἔνυδρα καὶ χερσαῖα ζῶα καὶ φυτὰ περὶ ὧν οὐδὲ ζητοῦμεν λόγον ὡς εἰπεῖν πλὴν ὑπὲρ τοῦ πότερα θερμότερα καὶ ψυχρότερα, τοῦτο γὰρ ἀμφισβητεῖται, τὰ δ᾽ ἄλλα ὡς συγκεχωρημένα τῇ φύσει τίθεται. καίτοι τὰ καθόλου καὶ κοινὰ πρῶτα ἔδει ζητεῖν, εὑρεθέντων γὰρ τούτων καὶ τὰ κατὰ μέρος φανερά. τοῦτο μὲν οὖν ἴσως κωλύοιτ᾽ ἂν διὰ τὸ χαλεπὸν εἴτε πλείους αἰτίαι τυγχάνουσιν εἴτε μία· περὶ δὲ τῶν ἐν τοῖς καθ᾽ ἕκαστα μᾶλ

λον εὐποροῦμεν· ἡ γὰρ αἴσθησις δίδωσιν ἀρχὰς ἐπ᾽ ἄμφω καὶ ἔτι μᾶλλον καὶ πλείους ἐπὶ τῶν φυτῶν· ἐμφανέστατα γὰρ τὰ συμβαίνοντα περὶ αὐτά.

μεγίστη δὲ διαίρεσις κατά γε τὸν αὐτὸν τόπον τοῖς ἡμέροις καὶ ἀγρίοις· ἀεὶ γὰρ τὰ ἥμερα μαλακωτέρους καὶ ὑγροτέρους ζητεῖ τοὺς ἀέρας. οὐ μὴν ἀλλ᾽ ἔνιά γε καὶ τῶν ἡμέρων ἀδυνατεῖ βλαστάνειν ἐν τοῖς θερμοῖς καὶ ψυχροῖς οὐ μόνον διὰ τὴν ἀσθένειαν ἢ τὴν κρᾶσιν ἀλλὰ δι᾽ ἕτερ᾽ ἄττα καθάπερ ἡ ἐλάα καὶ θερμὸν καὶ πυκνὸν ἐν τοῖς ψυχροῖς διὰ τὸ μετέωρον τῶν ῥιζῶν· ἐμπήγνυται γάρ· ἡ δὲ ἄχρας ἐν τοῖς σφόδρα θερμοῖς ὥσπερ περὶ Αἴγυπτον· μοχθηραὶ δὲ καὶ αἱ ἄπιοι καὶ μηλέαι καὶ σπάνιαι.

τὴν δ᾽ αἰτίαν σκεπτέον ἐπεὶ οὐκ ἂν θερμὰ δόξειεν εἶναι. τὰ μὲν οὖν ὅλως οὐδὲ βλαστάνειν ἐνιαχοῦ δύναται τὰ δὲ βλαστάνει μὲν ἄκαρπα δὲ γίνεται καθάπερ ἡ περσέα ἡ αἰγυπτία περὶ Ῥόδον, προϊόντι δὲ οὕτω φέρει μὲν ὀλίγον δὲ καὶ καλλικαρπεῖ καὶ γλυκυκαρπεῖ ἐκεῖ μόνον. ὁμοίως δὲ καὶ ὁ φοῖνιξ καὶ ἔτι μᾶλλον ἐν τοῖς περὶ Βαβυλῶνα καὶ Συρίαν καλλίκαρπος. ὁ γὰρ ἀὴρ διὰ ψυχρότητα τὰ μὲν ὅλως οὐ δέχεται τὰ δὲ ὅσον εἰς βλάστησιν ἔνια δὲ εἰς καρπὸν ὁ δὲ οἰκεῖος ἤδη διατελειοῖ τὰ τῆς φύσεως.

διὰ τὴν αὐτὴν δ᾽ αἰτίαν οὐδὲ αἱ συκαῖ περὶ Αἴγυπτον οὐδ᾽ ὅλως ἐν ἐκείνοις τοῖς τόποις χρησταί· θερμὸς γὰρ ὢν ἄγαν ὁ ἀὴρ περικάει καὶ οὐ ποιεῖ πέψιν ἀλλ᾽ ἡ ἐκ τῆς γῆς εὐτροφία διυγραίνει μόνον ἀπέπαντος οὖσα, δι᾽ ὃ καὶ τοῖς μεγέθεσι γίνεται μικρά. τοὐναντίον δὲ ὁ ψυχρός· ἐξαιρεῖ γὰρ τὴν ὑγρότητα, τὴν δ᾽ οὖσαν οὐ δύναται πρὸς τὴν οἰκείαν πέψιν ἀγαγεῖν ὥσπερ ἐν ταῖς ἐλάαις, δι᾽ ὃ καὶ αἱ μὲν ἄσαρκοι πάμπαν ἐλαιηρότεραι δὲ τῶν ἐν τοῖς ψυχροῖς, αἱ δὲ σαρκώδεις μὲν ἀνέλαιοι δέ· πλείονος γὰρ τοῦτο θερμότητος δεῖται

πρὸς τὴν πέψιν. αἱ μὲν οὖν τοῦ ἀέρος κράσεις καὶ διαθέσεις τοιαύτας τινὰς παρέχονται δυνάμεις.