On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἄλλων ἑκάστοις ἐστί τις οἰκεία πρὸς τὴν φύσιν καὶ ἡ αὐτὴ τοῖς μὲν μᾶλλον τοῖς δ᾽ ἧττον. ὡς δ᾽ ἁπλῶς εἰπεῖν τοῖς μὲν πλείοσιν οὐ συμφέρει ἡ πίειρα· δοκεῖ γὰρ καταξηραίνειν μᾶλλον τοῦ μετρίου δι᾽ ὃ καὶ πημαίνεσθαι καὶ νοσεῖν· ὅσα δὲ λυπρὰ τούτοις ξυμφέρει· σημεῖον δὲ ὅτι τὰ λάχανα καὶ ὁ δημήτριος καρπὸς ἐν ταῖς τοιαύταις εὐθενεῖ, πάντα δὲ ταῦτα λυπρὰ τῇ φύσει· τὰ γὰρ φύσει λυπρὰ πιοτέρας τροφῆς δέονται.

δηλοῦν δὲ οἴονται καὶ τὴν τῶν ἀνθρώπων τοιαύτην φύσιν· τοὺς γὰρ ἐκλίμους καὶ χαίρειν μάλιστα ταύτῃ καὶ ἐπιδιδόναι πρὸς εὔχροιαν καὶ ἰσχύν· ἰσχνὰ γὰρ ὄντα τὰ σώματα δεῖσθαι τροφῆς πολλῆς καὶ πιείρας· ὑπὸ δὲ τῶν ξηρῶν καὶ λυπρῶν οὐθὲν ὠφελεῖσθαι διὰ τὸ μὴ ἀπολαύειν ἀλλὰ καὶ ἐπικίνδυνα εἶναι πρὸς νόσους ἄλλας τε καὶ μάλιστα δὴ τὰς τῆς κοιλίας. ὁμοίως δὲ καὶ ἐπὶ τῶν δένδρων ἔχει τοῦτο, πλὴν ταῦτα μὲν ὅμοια διατελεῖ τὸ δὲ σῶμα ὅταν ἀνακομισθῇ μεταβαίνει εἰς τὴν τετριμμένην καὶ ἄκνισον.

οὗτος μὲν οὖν καθόλου τις διορισμός. διαφοραὶ δὲ πολλαὶ καὶ τῆς γῆς καὶ τῶν δένδρων, ὥσπερ καὶ τῶν ἀμπέλων ταῖς μὲν ἡ πεδεινὴ ταῖς δ᾽ ἡ ὀρείνη μᾶλλον ἁρμόττει καὶ ἐν αὐταῖς ταύταις αἱ τοιαίδε ταῖς τοιαῖσδε· μικραὶ δὲ παραλλαγαὶ φαινόμεναι μεγάλας

ποιοῦσι ῥοπὰς εἰς τὴν φύσιν. τὸ δ᾽ ἁπλοῦν ῥᾴδιον εἰπεῖν ὥσπερ καὶ κελεύουσι τὰ μὲν στερεὰ καὶ πυκνὰ ἐν τοῖς ξηροῖς καὶ πυκνοῖς φυτεύειν, τὰ δ᾽ ἀραιὰ καὶ ὑγρὰ ἐν τοῖς μαλακωτέροις καὶ ἐφυγροτέροις· ἑκατέροις γὰρ οὕτως αἱ τροφαὶ δὲ δῆλον ὅτι σύμμετροι, τοῖς μὲν πολλῆς δεομένοις τοῖς δ᾽ ὀλίγης.

καὶ τὸ καθόλου λεχθὲν ὑπὲρ πάντων ἴσως τῶν δένδρων ἀληθὲς ὅτι καθ᾽ ἑκατέρας τὰς χώρας ἑκάτερα δεῖ καὶ τῶν δένδρων φυτεύειν, ἀλλ᾽ ἐν τοῖς καθ᾽ ἕκαστα τὸ ἀκριβὲς μᾶλλον ἴσως αἰσθητικῆς δεῖται συνέσεως λόγῳ δὲ οὐκ εὐμαρὲς ἀφορίσαι· ἐπεὶ καὶ ταῖς πρὸς τὸν ἥλιον διαφοραῖς οἷον ἀνιόντα ἢ δυόμενον ἢ μεσοῦντα ἤ πως ἄλλως ἔχοντα δεῖ μὴ ἀγνοεῖν ποῖα τῶν φυτῶν τὰ οἰκεῖα καὶ ὅλως καὶ τῶν ὁμογενῶν· ὅπερ οἵ γ᾽ ἀμπελουργοὶ πειρῶνται διαιρεῖν ὅταν συνάγκειάν τινα λαβόντες φυτεύσωσιν· οὐ γὰρ ταὐτὰ τιθέασιν εἰς ἑκάτερον τὸ μέρος ἀλλὰ διαιροῦσιν καὶ ποιεῖ μεγάλην διαφορὰν οὕτω τε φυτευθέντα καὶ ἀνάπαλιν. ὁμοίως δὲ τοῦτ᾽ ἔχει καὶ ἐπὶ τῶν λοιπῶν.