On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἐν δὲ τοῖς φυτοῖς τρεῖς τινές εἰσιν οἱ μερισμοὶ, πρὸς αὐτὸ τὸ δένδρον καὶ τὴν βλάστησιν ὅπερ ἐναντίον τοῖς καρποῖς ἐὰν πλεῖον γένηται τοῦ ξυμμέτρου, διὰ τοῦτο γὰρ ἀκαρπία· καὶ πά- λιν ἐν αὐτοῖς καὶ τοῖς περικαρπίοις· ἡ γὰρ εἰς τὸ ἕτερον ὁρμὴ κωλύει τὴν ἑτέραν. ὥσπερ οὖν ἐπ᾽ ἐκείνων οὐκ ἄλογον οὐδ᾽ ἐπὶ τούτων, ἀλλ᾽ ἔχει τὸ ἀνάλογον· τὰ γὰρ ἄγρια καὶ εἰς τὸν καρπὸν καὶ εἰς ἑαυτὰ τὴν ὑγρότητα ἄγοντα παραιρεῖται τῶν περικαρπίων ὥστε μείζω γίνεσθαι τὸν καρπόν·

τάχα δ᾽ οὐδ᾽ ἄν που δόξειεν ὅλως ἄτοπον εἶναι τὸ μᾶλλον ἐφικνεῖσθαι τὰ ἄγρια τῶν σπερμάτων ὥσπερ ἄρρενα ὄντα πυκνότερά τε καὶ ξηρότερα τὴν φύσιν· διαθηλύνουσι γὰρ αἱ κατεργασίαι καὶ αἱ τροφαί· τοῦτο μὲν οὖν ὡς καθ᾽ ὁμοιότητά τινα λεγέσθω πορρωτέρω κείμενον· τῶν δὲ πεπάνσεων εἰς μὲν τὴν γένεσιν αὕτη κυριωτέρα, πρὸς δὲ τὴν ἡμετέραν χρείαν ἡ τῶν περικαρπίων. ἐν ποτέρᾳ δὲ δεῖ θέσθαι τὸ τελειότερον ἄλλος λόγος· ἐπεὶ οὕτω γε καὶ ὧν τοῖς φύλλοις μόνον χρώμεθα καὶ ὧν ταῖς ῥίζαις ὥσπερ τῶν λαχάνων αὕτη κυριωτέρα πέψις ἔσται. καίτοι γε τούτων τὸ τέλος ἐν τοῖς σπέρμασιν οἷς ἡμεῖς οὐδὲν χρώμεθα πρὸς τὴν τροφήν.

ἔστι δέ τις καὶ οὗτος ὁ λόγος ὡς διὰ τὴν ψυχρότητα τῶν ἀγρίων οὐ δυναμένων πέττειν. τοὺς δὲ πυρῆνας ἐκ τῆς ξυλώδους καὶ περιττωματικῆς γίνεσθαι τροφῆς ὥσπερ τὰ ὀστᾶ ἐν τοῖς ζώοις· αὐτὸ μὲν τοῦτ᾽

ἴσως οὐ κακῶς εἰ ὁ πυρὴν ἐκ τοῦ γεώδους καὶ ξυλώδους, ἀλλὰ τὸ σπέρμα οὐκ ἔθ᾽ ὁμοίως, ἀλλ᾽ ἐκ τῆς καθαρωτάτης περιττώσεως. πέφυκε δὲ τὰ θερμὰ μάλιστα σπερμοφυεῖν ᾗ θερμότερα ἂν εἴη. καίτοι γε τῆς τῶν ἡμέρων θερμότητος ἐκεῖνο φέρεται σημεῖον ἡ τῶν ὀπῶν δύναμις· ὁ μὲν γὰρ τῆς συκῆς τὸ γάλα πήγνυσιν, ὁ δὲ τοῦ ἐρινεοῦ οὐ πήγνυσιν ἢ κακῶς.

πρὸς αὐτὸ δὲ τοῦτο πάλιν ἀντικεῖταί τις ἑτέρα καθόλου πίστις ὑπὲρ τῆς θερμότητος, ὅτι τὰ ἄγρια μᾶλλον ἐν τοῖς ψυχροῖς δύνανται διαμένειν καὶ ὅλως δὲ διὰ θερμότητα ἡ ἰσχύς. ἀλλ᾽ ὑπὲρ μὲν τούτων τάχα ἂν ὕστερον εἴη λεκτέον. πλείων γὰρ ὁ λόγος καὶ ἔχων τινὰ ἀπορίαν, ποῖα θερμὰ καὶ ψυχρὰ καὶ ποίοις διοριστέον καὶ προσέτι τὸ ποῖον τὸ αἴτιον εἴτε μόνον εἴτε μεθ᾽ ἑτέρων.