On the Causes of Plants
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.
Ἡ δὲ πέψις ἐστὶν ἐν τῷ περικαρπίῳ· τοῦτο δὲ δεῖ γίνεσθαι καὶ λαβεῖν χυλὸν ἁρμόττοντα πρὸς τὴν ἡμετέραν φύσιν. ἴσως δὲ αὐτὸ τοῦτο πρότερον εὖ ἔχει διελεῖν ὅτι πέψις ἐστὶν ἡ μὲν οὖν τῶν περικαρπίων, ἡ δ᾽ αὐτῶν τῶν καρπῶν, καὶ ἡ μὲν πρὸς τὰς ἡμετέρας τροφὰς, ἡ δὲ πρὸς γέννησιν καὶ διαμονὴν τῶν δένδρων· οἱ γὰρ καρποὶ καὶ τὰ σπέρματα τούτων χάριν. ἑκατέρα δέ πως ἐναντιοῦται πρὸς τὴν ἑτέραν. ἅμα γὰρ τὸ περικάρπιον ὑγρότερον καὶ πλεῖον καὶ ὁ καρπὸς ἐλάττων καὶ ἅμα μείζων οὗτος καὶ τὸ περικάρπιον ἔλαττον καὶ σκληρότερον καὶ δυσχυλότερον.
πρὸς ὃ δὴ καὶ ἡ γεωργία μεμηχάνηται κωλύουσα τὴν τούτων αὔξησιν καὶ τροφήν. ἅπαν γὰρ ὡς εἰπεῖν καὶ ἥμερον ἀγρίου καὶ γεωργούμενον ἀγεωργήτου καὶ κάλλιον εἰργασμένον τοῦ χεῖρον μικροπυρηνότερον ἀνυγραινόμενόν τε μᾶλλον καὶ τὴν τροφὴν περισπῶν εἰς τὸ περικάρπιον, ἔτι δὲ τοὺς χυλοὺς ἐκπεπαῖνον εἰς συμμετρίαν τῆς ἡμετέρας χρείας. αἱ μὲν οὖν πέψεις τοσοῦτον διεστᾶσιν εἴπερ δεῖ καὶ τὴν μὴ εἰωθυῖαν πέψιν λέγειν.
τάχα δ᾽ ἄν τις ἀπορήσειεν ἐκεῖνο καὶ ἀξιώσειεν ὃ τὰ ἰσχυρότερα κατακρατεῖ τοῦτο καὶ τὰ ἀσθενέστερα κατακρατεῖν. τὸ δὲ σπέρμα πάντων ἰσχυρότατον, κοινὸν γὰρ τέλος πάντων τῶν φυτῶν ἐστιν ἐπείπερ ἡ τοῦ ὁμοίου γένεσις τέλος· ἅμα δὲ καὶ ἐν τοῖς ζώοις δοκεῖ τελειουμένης ἐπιγίνεσθαι τῆς φύσεως, ὅταν δὲ ἐλλείπῃ διὰ τὴν ἡλικίαν ἢ παρακμάσῃ διὰ τὸ γῆρας ἐξαδυνατεῖ τὸ γεννᾶν.
οὐκ ἀλόγως δ᾽ ἂν οὔτε ἀπορήσειεν οὔτε ἀξιώσειεν· ἐν τελειότητι μὲν γάρ τινι τὸ
σπερμοφυεῖν καὶ τῶν ζώων ὅσων ἡλικίαν λάβοι τις ἄν. οὐ μήν γε οὐδὲ τὰ ἰσχυρότατα σπερματικώτατα ἀλλὰ σχεδὸν ἐναντίως ἑκατέρωθεν μεριζομένης τῆς τροφῆς καὶ δυνάμεως· ὃ δὴ καὶ ἐπὶ τῶν φυτῶν συμβαίνει κατὰ λόγον συμβαῖνον. οὕτω δὲ δεῖ τὴν ἀναλογίαν λαμβάνειν ὡς εἰς ὁπότερον ἂν τούτων ὁρμήσῃ θάτερον ἐλλιπέστερον ἔσται· διαρκεῖν γὰρ οὐ δύναται πρὸς ἄμφω· τοῦτο γὰρ σχεδὸν ἐν ἅπασιν ὁμολογούμενον.