On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

καὶ χυλῶν δὲ ἡ πέψις δόξειεν ἂν ἔχειν διαίρεσιν καὶ ἁπλῶς καὶ πρὸς ἡμᾶς οἷον ὅσα ταῖς δριμύτησι καὶ ὅσα τοῖς φαρμακώδεσι καὶ ὀπώδεσι χυλοῖς, ἃ δὴ καὶ ἐπαινοῦσι καὶ μάλιστα χρῶνται τοῖς τοιούτοις. ταῦτα μὲν οὖν ὥσπερ ἰδιότης τις φύσεως πρὸς ἣν δῆλον ὅτι καὶ αἱ τροφαὶ καὶ αἱ κατεργασίαι τείνουσιν ἢ τοὐναντίον αἱ ἀγρίαι καθάπερ τῷ σιλφίῳ καὶ τῇ καππάρει καὶ εἴ τι ἄλλο φεύγει τὴν ἐργασίαν, ἢ εἴ τι πάλιν αὖ διώκει τὴν ξηρὰν καὶ ὑγρὰν καὶ χειμερινήν.

αὐτοῦ δὲ τούτου τάχ᾽ ἄν τις πάλιν ἀπορήσειε κοινήν τινα ἀπορίαν καὶ καθόλου πότερα τὴν φύσιν ἐκ τῶν αὐτομάτων μᾶλλον θεωρητέον ἢ ἐκ τῶν κατὰ τὰς ἐργασίας καὶ ἐν ποτέροις τὸ κατὰ φύσιν. σχεδὸν δὲ τούτῳ ταὐτὸ, μᾶλλον δὲ μέρος τούτου καὶ πότερον ἐκ τῶν ἀγρίων ἢ καὶ ἐκ τῶν ἡμέρων. ἡ μὲν γὰρ φύσις ἐν αὑτῇ τὰς ἀρχὰς ἔχει καὶ λέγομεν τὸ μὲν κατὰ φύσιν, τὸ δ᾽ ἐκ τῶν αὐτομάτων τοιοῦτον· τὸ δ᾽ ἔξωθεν ἄλλως τε καὶ κατὰ τέχνην· ἀφ᾽ ἑτέρας γὰρ ἀρχῆς.

οὐδ᾽ ἐν τοῖς ζώοις ὅσα πλάττεται ἢ καταναγκά- ζεται πρὸς μικρότητα καὶ μέγεθος καί τιν᾽ ἄλλον τύπον

τῆς μορφῆς οὐ θετέα ταῦτα κατὰ φύσιν. ἡ δ᾽ ἀεὶ πρὸς τὸ βέλτιστον ὁρμᾷ καὶ τοῦθ᾽ ὥσπερ ὁμολογούμενόν ἐστι, ταύτῃ δὲ καὶ τὰ τῆς θεραπείας· ἅμα γὰρ καὶ τελείωσις γίνεται τῆς φύσεως ὅταν ὧν ἐλλιπὴς τυγχάνῃ ταῦτα προσλάβῃ διὰ τέχνης οἷον τροφῆς τε ποιότητα καὶ ἀφθονίαν καὶ τῶν ἐμποδιζόντων καὶ τῶν κωλυόντων ἀφαίρεσιν· ἃ παρέχουσι δῆλον ὅτι καὶ οἱ οἰκεῖοι τόποι πρὸς ἕκαστον, ἐν οἷς δή φαμεν δεῖν θεωρεῖν τὰς φύσεις αὐτῶν.

ἀλλ᾽ ἐκεῖνοι μὲν ἀπὸ τῶν ἔξωθεν μόνον παρέχουσιν οἷον ἀέρος καὶ πνεύματος καὶ ἐδάφους καὶ τροφῆς, ἡ δὲ γεωργία καὶ ἐν αὐτοῖς μετακινεῖ καὶ μετατίθησιν· ὥστ᾽ εἴπερ καὶ ἐκεῖνά γε προσαπαιτεῖ πρὸς τὸ βέλτιον καὶ ταῦτα προσδέχοιτ᾽ ἂν ὡσὰν οἰκεῖα· προσαπαιτεῖν δ᾽ αὐτὴν καὶ ζητεῖν εὔλογον ἄλλως τε καὶ ἐκ τούτων ἠρτημένην καὶ ἐν τούτοις ἔχουσαν τὰς ἀρχάς· ἐπεὶ κἀκεῖνο τοῖς αὐτομάτοις ἄτοπον συμβαίνει καὶ ὥσπερ παρὰ φύσιν τὸ ἐκ τῶν σπερμάτων χείρω γίνεσθαι καὶ ὅλως μὲν ἐξίστασθαι τοῦ γένους· οὐδὲ γὰρ δὴ τοῦτο κατὰ φύσιν, ἀλλ᾽ ἀεὶ τὸ ὅμοιον ἀπογεννᾶν.