Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Φυλάττεσθαι δὲ καὶ τὴν κενταυρίδα τέμνοντα τριόρχην, ὅπως ἂν ἄτρωτος ἀπέλθῃ. καὶ ἄλλας δέ τινας αἰτίας. τὸ δ᾿ ἐπευχόμενον τέμνειν οὐθὲν ἴσως ἄτοπον· ἀλλ᾿ εἴ τι καὶ ἄλλο προστιθέασιν, οἷον ὅταν τὸ πάνακες τὸ Ἀσκληπίειον καλούμενον· ἀντεμβάλλειν γὰρ τῇ γῇ παγκαρπίαν καὶ μελιττοῦταν· ὅταν δὲ τὴν ξίριν, τριμήνου μελιττούτας ἀντεμβάλλειν μισθόν· τέμνειν δὲ ἀμφήκει ξίφει περιγράψαντα εἰς τρίς· καὶ ὅτι ἂν πρῶτον τμηθῇ μετέωρον ἔχειν εἶθ᾿ οὕτω τὸ ἕτερον τέμνειν.
Καὶ ἄλλα δὲ τοιαῦτα πλείω. περιγράφειν δὲ καὶ τὸν μανδραγόραν εἰς τρὶς ξίφει, τέμνειν δὲ πρὸς ἑσπέραν βλέποντα. τὸν δ᾿ ἕτερον κύκλῳ περιορχεῖσθαι καὶ λέγειν ὡς πλεῖστα περὶ ἀφροδισίων. τοῦτο δ᾿ ὅμοιον ἔοικε τῷ περὶ τοῦ κυμίνου λεγομένῳ κατὰ τὴν βλασφημίαν ὅταν σπείρωσι. περιγράφειν δὲ καὶ τὸν ἐλλέβορον τὸν μέλανα καὶ τέμνειν ἱστάμενον πρὸς ἕω καὶ κατευχόμενον· ἀετὸν δὲ φυλάττεσθαι καὶ ἐκ δεξιᾶς καὶ ἐξ ἀριστερᾶς· κίνδυνον γὰρ εἶναι τοῖς τέμνουσιν, ἐάνπερ ἐγγὺς ἐπιγένηται ὁ ἀετός, ἀποθνήσκειν [*](¹ Plin. 25 69 adds that this plant was therefore also called τρίορχις. cf. Diose 4. 162.) [*](² καὶ . . . αἰτίας U*M*; ? καὶ ἄλλα δὲ τοιαῦτα W.) [*](3 Plin. 25. 30 and 31.)
IX. Ἕστι δέ, ὥσπερ ἐλέχθη, τῶν μὲν πάντα χρήσιμα καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ ὁ ὀπός, ὥσπερ ἄλλων τε καὶ τοῦ πανάκους· τῶν δὲ ἡ ῥίζα καὶ ὁ ὀπός, οἷον τῆς σκαμμωνίας καὶ τοῦ κυκλαμίνου καὶ τῆς θαψίας καὶ ἑτέρων, καθάπερ καὶ τοῦ μανδραγόρου· τοῦ γὰρ μανδραγόρου τὸ φύλλον χρήσιμον εἶναί φασι πρὸς τὰ ἕλκη μετ᾿ ἀλφίτου, τὴν δὲ ῥίζαν πρὸς ἐρυσίπελας ξυσθεῖσάν τε καὶ ὄξει δευθεῖσαν καὶ πρὸς τὰ ποδαγρικὰ καὶ πρὸς ὕπνον καὶ πρὸς φίλτρα· διδόασι δ᾿ ἐν οἴνῳ ἢ ὄξει· τέμνουσι δὲ τροχίσκους ὥσπερ ῥαφανῖδος καὶ ἐνείραντες ὑπὲρ γλεύκους ἐκρέμασαν ἐπὶ καπνῷ.
Ὁ δὲ ἐλλέβορος ἐπὶ ταὐτὰ τῇ τε ῥίζῃ καὶ τῷ καρπῷ χρήσιμος, εἴπερ οἱ ἐν Ἀντικύρᾳ, καθάπερ φασί, τῷ καρπῷ καθαίρουσιν· ἔχει δὲ τὸν σησαμώδη τοῦτον.
Πλείω δὲ καὶ τοῦ πανάκους τὰ χρήσιμα καὶ οὐ πάντα πρὸς τὰ αὐτά· ἀλλ᾿ ὁ μὲν καρπὸς πρὸς τὰς ἐξαμβλώσεις καὶ τὰς δυσουρίας, ὁ δὲ ὀπὸς ἡ χαλβάνη καλουμένη πρός τε τὰς ἐξαμβλώσεις καὶ πρὸς τὰ σπάσματα καὶ τοὺς τοιούτους πόνους, ἔτι δὲ πρὸς τὰ ὦτα καὶ τὰς φωνασκίας· [*](¹ ἐάνπερ ἐγγὺς ἐπιγένηται conj. W.; ἐὰν δὲ ὁ ἐγγὺς μὴ ἀποτέμνῃ ὁ αἐτὸς ἀποθνήσκει ἐνιαυτῷ UMAld. Similar confusion with variations in U*M*PP2: restoration a makeshift. cf. Plin. 25. 50. ² 9 8. 1.) [*](³ Diosc. 4. 75; Plin. 26. 104 and 121.) [*](4 cf. 9. 12. 1.)