Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἐνίων δ᾿ οὐδ᾿ ὀπισμὸς ἀλλ᾿ οἷον χυλισμός ἐστιν, ὥσπερ ὅσα κόψαντες ἢ τρίψαντες καὶ ὕδωρ ἐπιχέαντες ἀπηθοῦσι καὶ λαμβάνουσι τὴν ὑπόστασιν· ξηρὸς δὲ δῆλον ὅτι καὶ ἐλάττων ὁ χυλὸς τούτων. ἔστι δὲ τῶν μὲν ἄλλων ῥιζῶν τὸ χύλισμα ἀσθενέστερον τοῦ καρποῦ, τοῦ κωνείου δὲ ἰσχυρότερον, καὶ τὴν ἀπαλλαγὴν ῥᾴω ποιεῖ καὶ θάττω μικρὸν πάνυ καταπότιον δοθέν· ἐνεργότερον δὲ καὶ εἰς τὰς ἄλλας χρείας. ἰσχυρὸν δὲ καὶ τὸ τῆς θαψίας. τὰ δὲ ἄλλα πάντα ἀσθενέστερα. οἱ μὲν οὖν ὀπισμοὶ σχεδὸν τοσαυταχῶς γίνονται.

Τῆς δὲ ῥιζοτομίας οὐκ ἔστι τοιαύτη διαφορὰ πλὴν ἐν ταῖς ὥραις οἷον θέρους ἢ μετοπώρου, καὶ τῷ τάσδε ἢ τάσδε τῶν ῥιζῶν· οἷον τοῦ ἐλλεβόρου τὰς κάτω τὰς λεπτάς· τὴν γὰρ ἄνω τὴν παχεῖαν τὴν κεφαλώδη φασὶν ἀχρεῖον εἶναι καὶ διδόναι [*](¹ cf. Diosc. 2. 136; Plin. 20. 58.) [*](2 cf. Dinosc. 3. 7.) [*](3 ῥᾴω conj. Sch.: ῥαιο U; ῥᾳδίως M*Ald.)

256
ταῖς κυσὶν ὅταν βούλωνται καθαίρειν. καὶ ἐφ ἑτέρων δέ τινων τοιαύτας λέγουσι διαφοράς.

Ἔτι δὲ ὅσα οἱ φαρμακοπῶλαι καὶ οἱ ῥιζοτόμοι τὰ μὲν ἴσως οἰκείως τὰ δὲ καὶ ἐπιτραγωδοῦντες λέγουσι. κελεύουσι γὰρ τὰς μὲν κατ᾿ ἄνεμον ἱσταμένους τέμνειν, ὥσπερ ἑτέρας τέ τινας καὶ τὴν θαψίαν, ἀλειψάμενον λίπα· τὸ γὰρ σῶμα ἀνοιδεῖν ἐὰν ἐξ ἐναντίας. κατ᾿ ἄνεμον δὲ καὶ τοῦ κυνοσβάτου τὸν καρπὸν συλλέγειν, εἰ δὲ μὴ κίνδυνον εἶναι τῶν ὀφθαλμῶν. τὰς δὲ νύκτωρ τὰς δὲ μεθ᾿ ἡμέραν, ἐνίας δὲ πρὶν τὸν ἥλιον ἐπιβάλλειν, οἷον καὶ τὸ καλούμενον κλύμενον.

Καὶ ταῦτα μὲν καὶ τὰ παραπλήσια τούτοις τάχ᾿ ἂν οὐκ ἀλλοτρίως δόξειεν λέγειν· ἐπισινεῖς γάρ τινων αἱ δυνάμεις· ἐξάπτειν γάρ φασιν ὥσπερ πῦρ καὶ κατακαίειν· ἐπεὶ καὶ ὁ ἐλλέβορος ταχὺ καρηβαρεῖν ποιεῖ, καὶ οὐ δύνανται πολὺν χρόνον ὀρύττειν, δι᾿ καὶ προεσθίουσι σκόροδα καὶ ἄκρατον ἐπιπίνουσιν. ἀλλὰ τὰ τοιαῦτα ὥσπερ ἐπίθετα καὶ πόρρωθεν, οἷον τὴν παιωνίαν, οἱ δὲ γλυκυσίδην καλοῦσι, νύκτωρ κελεύουσιν ὀρύττειν· ἐὰν γὰρ ἡμέρας καὶ ὀφθῇ τις ὑπὸ δρυοκολάπτου τὸν μὲν καρπὸν ἀπολέγων κινδυνεύειν τοῖς ὀφθαλμοῖς, τὴν δὲ ῥίζαν τέμνων ἐκπίπτειν τὴν ἔδραν.

[*](¹ ἔτι. δὲ ὅσα conj. Sch. from G; ἔτι δ᾿ ὡς U*; ἔτι δὲ ὡς Ald. H; ἐστι δὲ ὡς M*.)