Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τοῦ δὲ κυκλαμίνου ἡ μὲν ῥίζα πρός τε τὰς ἐκπυήσεις τῶν φλεγμονῶν καὶ πρόσθετον γυναιξὶ καὶ πρὸς τὰ ἕλκη ἐν μέλιτι· ὁ δὲ ὀπὸς πρὸς τὰς ἀπὸ κεφαλῆς καθάρσεις ἐν μέλιτι ἐγχεόμενος, καὶ πρὸς τὸ μεθύσκειν, ἐὰν ἐν οἴνῳ διαβρέχων διδῷ τις πίνειν. ἀγαθὴν δὲ τὴν ῥίζαν καὶ ὠκυτόκιον περίαπτον καὶ εἰς φίλτρα· ὅταν δὲ ὀρύξωσι, κατακαίουσιν εἶτ᾿ οἴνῳ δεύσαντες τροχίσκους ποιοῦσιν, ὥσπερ τῆς τρυγὸς ᾗ ῥυπτόμεθα.

Καὶ τοῦ σικύου δὲ τοῦ ἀγρίου τὴν μὲν ῥίζαν πρὸς ἀλφοὺς καὶ ψώρας βοσκημάτων· τὸ δὲ σπέρμα χυλισθὲν ποιεῖ τὸ ἐλατήριον. συλλέγεται δὲ τοῦ φθινοπώρου· τότε γὰρ βέλτιστον.

Τῆς δὲ χαμαίδρυος τὰ μὲν φύλλα πρὸς τὰ ῥήγματα καὶ πρὸς τὰ τραύματα ἐν ἐλαίῳ τριβόμενα καὶ πρὸς τὰ νεμόμενα ἕλκη· τὸν δὲ καρπὸν καθαίρειν χολήν· ἀγαθὸν δὲ καὶ ὀφθαλμοῖς· πρὸς δὲ τὰ ἄργεμα προσάγειν τὸ φύλλον τρίψαντα ἐν ἐλαίῳ. ἔχει δὲ φύλλα μὲν οἶάπερ δρῦς, τὸ δὲ ἀνάστημα τῆς ὅλης ὅσον σπιθαμιαῖον· εὔοσμον δὲ καὶ ἡδύ.

Τὸ μὲν οὖν μὴ πρὸς ταὐτὸ πάντα τὰ μέρη χρήσιμα τυγχάνειν οὐκ ἴσως ἄτοπον· τὸ δὲ τῆς [*](¹ ἐκπυήσεις conj. Coraës from Plin. 26. 120, eruptiones; ἐκπνεύσεις M*Ald.) [*](² Diosc. 2. 164; Plin. 25. 133; 26. 149.) [*](3 cf. Plin. 23. 63.)

264
αὐτῆς ῥίζης τὸ μὲν ἄνω τὸ δὲ κάτω καθαίρειν θαυμασιώτερον, οἷον καὶ τῆς θαψίας καὶ τῆς ἰσχάδος, οἱ δ᾿ ἄπιον καλοῦσι, καὶ τῆς λιβανωτίδος· ὅτι γὰρ αὖ καὶ κάτω καὶ ἄνω ταὐτὰ δύναται καθαίρειν, καθάπερ τὸ ἐλατήριον, οὐθὲν ἄτοπον.

Ἔχει δὲ ἡ θαψία φύλλον μὲν ὅμοιον τῷ μαράθῳ πλὴν πλατύτερον καυλὸν δὲ ναρθηκώδη ῥίζαν δὲ λευκήν.

Ἡ δ᾿ ἰσχὰς ἢ ἄπιος φύλλον μὲν ἔχει πηγανῶδες βραχὺ καυλοὺς δ᾿ ἐπιγείους τρεῖς ἢ τέτταρας ῥίζαν δὲ οἵανπερ ὁ ἀσφόδελος πλὴν λεπυριώδη· φιλεῖ δὲ ὀρεινὰ χωρία καὶ κοχλακώδη. συλλέγεται δὲ τοῦ ἦρος. τοῦτο μὲν οὖν ἴδιον τῶν εἰρημένων.