De plantis

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Ὑπέστη τὰ ἶσα καὶ Ἰταλὸς μακρὸν χρόνον σὺν ἡμῖν χηρεύων τοῦ χρήματος. Τοῖς Ἄραψιν ἐγνωρίζετο μόνοις, καὶ μόνοι τῶν τούτου καρπῶν ἀφθόνως ἀπήλαυον.

Ἀλλά τις Κελτὸς μὲν τὸ γένος, ἐς τοσοῦτον δὲ τῆς τῶν Ἰταλῶν σοφίας ἐλάσας ὡς τῶν πρωτείων παραχωρεῖν μηδενί, εἶτα βραχὺ τοῦτο, καίπερ ὂν τοσοῦτον, καθ’ ἑαυτὸν οἰηθείς, ἂν μὴ καὶ τὴν τῶν Ἀράβων μετὰ τὴν τῶν Λατίνων μεταλάβοι γνῶσιν καὶ τὴν καλλίστην ἔξιν ἀσκήσειεν, ὅλος γίνεται τοῦ ἔργου, καὶ εἰς πέρας τὴν γνώμην ἀγαγεῖν

θέλει καὶ τυχεῖν παντοίως τοῦ ἐφετοῦ.

Στέλλεται λοιπὸν τὴν ἀλλοδαπήν, χρῆται τοῖς Ἄραψι παιδευταῖς, καὶ τῇ εὐφυΐᾳ συμμετρήσας σπουδὴν τοσοῦτον εὐμοίρησε παιδείας, φασίν, ὡς δύνασθαι καὶ τὰ τῶν Ἀράβων εἰς Ἰταλοὺς καὶ τὰ τῶν Ἰταλῶν μεταπορθμεύειν εἰς Ἄραβας. Οὗτος οὖν πρός τισιν ἄλλαις καὶ τὴν περὶ φυτῶν τήνδε βίβλον μεθερμηνεύει, κὰκ τῶν λογικῶν Ἀραβικῶν λειμώνων ὅσα καὶ φυτὸν εὐγενὲς εἰς τὰς Ἰταλικὰς μετακηπεύει φυταλιάς.