De plantis
Aristotle
Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.
Ἔχαιρε γοῦν Ἰταλὸς ἐπὶ τούτῳ, καὶ τὰ μεγάλα ἐκόμπαζε· ταῖς Ἀριστοτελικαῖς γὰρ φιλοτιμεῖσθαι βίβλοις ὑπὲρ πάντας βρενθύεται· καὶ τοσοῦτον ἐνεκαυχᾶτο τῷ χρήματι, Ξέρξης οὐχ ἢττον ἐκεῖνος εἰς ἢν ὑπεσκιάσθη καὶ ἣν χρυσέαν ἔδειξε πλάτανον. Ἦλθον εἰς ἐπιθυμίαν (μακρὸς ἐξότου χρόνος) κἀγὼ τοῦ φυτοῦ· λόγοι γάρ μοι τῶν τοῦ κόσμου πάντων χρῆμα ὅ τὸ τιμιώτατον.
Ἐπόθουν ἐμφορηθῆναι τῶν τούτου καρπῶν, τῶν νοημάτων εἰς ἔξιν ἐλθεῖν. Ἐψυχαγώγει μοι τὴν ἐπιθυμίαν ἐλπίς, καὶ τὴν ἐλπίδα πάλιν εὐχὴ διεδέχετο. Ἀλλὰ μέχρι πολλοῦ τὰ τῆς ἐπιθυμίας ἀτέλεστα, ἡ ἐλπὶς καὶ μόνον ἐλπίς· τὰ δὲ τῆς εὐχῆς ἐπετείνετο. Τί δ’ ἡ τῶν ἀγαθῶν ἀπάντων παντελὴς αἰτία καὶ ὑπερτελὴς καὶ προτέλειος; Ἠρεμίαν τῇ ἐπιθυμίᾳ χορηγεῖ, τῇ ἐλπίδι πέρας, καὶ τὰ τῆς αἰτήσεως τῇ εὐχῇ.
Ἰταλὸς γάρ τις ἔκποθεν ἡμῖν αἰφνιδίως ἀναφανείς, ἱκανῶς ἔχων λογικῆς παιδείας καὶ γνώσεως, πρόσεισιν ὡς ἡμᾶς, ἀσπάζεται χαριέντως, τὰ φιλικὰ προσλαλεῖ, εἶτα τὴν ποθουμένην βίβλον ἡμῖν ἐγχειρίζεται. Ηὐφράνθην ἐγὼ ὡς ἐφ’ ἑρμαίῳ τῷ χρήματι. Ἐδεξάμην τὴν βίβλον ἐκθύμως.