De plantis

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

ΤΩΙ τῆς Ἀριστοτελικῆς ἀειθαλεῖ φιλοσοφίας λειμῶνι πολλαὶ μὲν καὶ ἄλλαι δέλτοι κατὰ τὰ εὐγενῆ παραπεφύκασι τῶν φυτῶν, παμφόρους μὲν οἶς θεωροῦμεν, πολύχοας δὲ καὶ οἷς διαπραττόμεθα προϊέμεναι τοὺς καρπούς.

Ἦν δὲ πρὸς ταῖς ἄλλαις καὶ ἡ περὶ τῶν φυτῶν ὅσα καὶ φυτὸν εὐφυὲς βραχὺ μέν, ἀλλὰ συχναῖς ταῖς χάρισι βρύον καὶ καλλίστοις ἐκφορίοις τοὺς τῶν λόγων ἐραστὰς δεξιούμενον, οὐ μόνον λέγω τοὺς ἡμετέρους, τοὺς πάνυ, τοὺς περιφανεῖς τὰ ἐς λόγους καὶ τὴν σοφίαν ἀπαραμίλλους καὶ τὴν σύνεσιν Αὔσονας, ἀλλὰ καὶ τοὺς ἐκ μοίρας Ἰταλικῆς, καὶ οὐ τούτους μόνον, ἀλλὰ καὶ ὅσους τοιούτους οἶδεν ἡ τῶν εὐδαιμόνων Ἀράβων τρέφειν καὶ τῶν Ἰνδῶν.

Συχνὸν γὰρ ἐνέβαλεν ἵμερον τῶν ἑαυτοῦ συγγραμμάτων τοῖς ὁπουδήποτε φιλοσόφοις ὁ ἐκ Σταγείρων ἄκρος φιλόσοφος. Ἀλλὰ τὸ τοιοῦτον φυτὸν οὐκ οἶδ’ ὅπως οὐ μόνον αὔανσιν πέπονθε παρ’ ἡμῖν, ἀλλοίωσίν τινα τάχα περὶ τὸ χεῖρον, οἶα φιλεῖ ὁ χρόνος ποιεῖν, ἀλλὰ καὶ προθέλυμνον ἐκκοπὴν καὶ εἰς τὸ μὴ ὂν ἀποστροφήν, ὡς οὐδ’ ἄν ποτε φυτηκόμον εἶδεν, οὐδ’ εἰ προῆλθεν εἰς φῶς.