De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

τὸ δʼ αἴτιον ἡ τού σόματος διάστασις διφυὴς μὲν 2 οὖσα, πρὸς μίαν δὲ σνντελοῦσα ἀρχήν· τὸ μὲν γὰρ ἄνω καὶ κατω, τὸ δʼ ἔμπροσθεν καὶ ὄπισθεν, τὸ δέ δεξιὸν καὶ ἀριστερὸν ἐστιν. διόπερ καὶ ὁ ἐγκέφαλος βούλεται διμερὴς εἶναι πἀσι καὶ τῶν αἰσθητηρίων ἕκαστον. κατὰ τὸν αὑτὸν δὲ λόγον ἡ καρδία ταῖς κοιλίαις. ὁ δὲ πλεύμων ἔν τε τοῖς ᾠοτόκοις τοσοὺτον διέστηκεν ὥστε δοκεῖν δύ ʼἔχειν αὐτὰ πλεύμονας. οἱ δὲ νεφροὶ καὶ παντὶ δῆλοι.

κατὰ δὲ τὸ ἧπαρ καὶ 3 τὸν σπλὴνα δικαίως ἄν τις ἀπορήσειεν. τούτου δʼ σἴτιον ὅτι ἐν μὲν τοῖς ἐξ ἀνάγκης ἔχουσι σπλῆνα δόξειεν ἂν οἷον νόθον εἶναι ἧπαρ ὁ σπλήν, ἐν δὲ τοῖς μὴ ἐξ ἀνάγκης ἔχουσιν, ἀλλὰ πάμμικρον ὧσπερ σημείου χάριν, ἐναργῶς διμερὲς τὸ ἧπάρ ἐστιν, καὶ τὸ μὲν εἰς τὰ δεξιά, τὸ δʼ ἑλαττον είς τἀριστερὰ βούλεται τὴν θέσιν ἔχειν.