De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

ὅλως 7 μὲν οὖν ὁ πλεύμων ἐστὶν ἀναπνοῆς χέριν, ἄναιμος δὲ καὶ τοιοτος γένους τινὸς ἕνεκεν ζῷόων· ἀλλʼ ἀνώνυμον τὸ κοινὸν ἐπʼ οὐτων, καὶ οὐχ ὥσπερ ὁ ὄρνις ὧνὸμασται ἐπί τινος γένους. διὸ ὥσπερ τὸ ὄρυιθι εἶναι ἔκ τινός ἐστιʼ καὶ ἐκείνων ἐν τῇ οὐσίᾳ ὑπάρχει τὸ πλεύμονα ἔχειν.

Δοκεῖ δὲ τῶν σπλάγχνων τὰ μὲν εἶναι μονοφυῆ, 7 καθάπερ καρδία καὶ πλεύμων, τὰ δὲ διφυῆ, καθάπερ νεφροί, τὰ δʼ ἀπορεῖται ποτέρως ἔχει. φανείη γὰρ ἄν ἐπαμφοτερίζειν τούτοις τὸ ἠπαρ καὶ ὸ σπλήν· καὶ γὰρ ὡς μονοφυὲς ἑκάτερον, καὶ ὡς ἀνθʼ ἑνὸς δύο παραπλησίαν ἔχοντα τὴν φύσιν. ἔστι δὲ πάντα διφουᾶ.