De partibus animalium
Aristotle
Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.
οὑ μὴν ἀλλὰ καὶ ἐν τοῖς ᾠοτόκοις 4 ἧττον μὴ ἐπὶ τούτων φανερόν, ἐνίοις δὲ κἀκεῖ ὥσπερ ἔν τισι ζῳοτόκοις ἐπιδήλωος διέστηκεν, οἷον
80
κατά τινας τόπους οἱ δασύποδες δύο δοκοῦσιν ἥπατ ἔχειν, καθάπερ τῶν ἰχθύωον ἕτεροί τέ τινες καὶ οἱ σελαχώδεις. διὰ δὲ τὸ τὴν θέσιν ἔχειν τὸ ἧπαρ ἐν [*](670,a) τοῖς δεξιοῖς μᾶλλον ἡ τού σπληνὸς γέγονε φύσις, ὥστʼ ἀναγκαῖον μέν πως, μὴ λίαν δʼ εἶναι πᾶσι τοῖς ζῴοις.τοῦ μὲν οὖν διφυῆ τὴν φύσιν εἶναι τῶν σπλάγχνων σἴτιον, ὧσπερ εἴπομεν, τὸ δύʼ εἶναι τὸ δεξιὸν καὶ τὸ ἀριστερόν· ἑκάτερον γὰρ ζητεῖ τὸ ὅμοιον, ὧσπερ καὶ αὐτὰ βούλεται παραπλησίαν καὶ διδύμην ἔχειν τὴν φύσιν, καθάπερ ἐκεῖνα δίδυμα μέν, συνήρτηται δʼ εἰς ἕν, καὶ τῶν σπλάγχνων ὁμοίως ἕκαστον.