De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

5 διαφέρει δʼ ὁ πλεύμων πολὺ τοῖς ζῴοις. τὰ μὲν γὰρ ἔναιμον ἔχει καὶ μέγαν, τὰ δʼ ἐλάττω καὶ σομφόν, τὰ μὲν ζῳοτόκα διὰ τὴν θερμὸτητα τῆς φύσεως μείζω καὶ πολύαιμον, τὰ δʼ ῴοτόκα ξηρὸν καὶ μικρὸν. δυνάμενον δὲ μεγάλα διίστασθαι ἐν τῷ ἐμφυσἅσθαι, ὥσπερ τὰ τετράποδα μὲν ῴὸοτόκα δὲ τῶν πεζῶν, οἷον ο τε σαῦροι καὶ αἱ χελῶναι καὶ πᾶν τὸ τοιοῦτον γένος, ἔτι δὲ πρὸς τούτοις ἡ τῶν πτηνῶν φύσις καὶ καλουμένων ὀρνίθων. πάντων γὰρ τούτων σομφὸς ὁ πλεύμων καὶ ὅμοιος ἀφρῷ· καὶ γὰρ ὁ ἀφρὸς ἐκ πολλοῦ μικρὸς γίνεται συγχεὸμενος, καὶ ὁ τούτων πλεύμων μικρὸς καὶ ὑμμενώὸδης. διὸ καὶ ἅδιψψα καὶ ὁλιγὸποτα ταύτα πάντα, καὶ δύναται πολὺν ἐν τῷ ὑγρῷ ἀνέχεσθαι χρόνον· ἅτε γὰρ ὀλίγον ἔχοντα θερμὸν ίκανῶς ἐπὶ πολύν χρόνον καταψύχεται [*](b) ὑπʼ αύτὴς τὴς τοῦ πλεύμονος κινήσεως, οὔσης ἀερύδους καὶ κενῆς.

6 συμβέβηκε δὲ καὶ τὰ μεγέθη τούτων ἐλάττω τῶν ζῴων ὡς ἐπίπαν εἰπεῖν· τὸ γὰρ θερμὸν αὺξητικόν, ἡ δὲ πολυαιμίκ θερμότητος σημεῖον. ἔτι δʼ ὀρθοῖ τὰ σώματα μιᾶλλον, διόπερ ἄνθρωπος μὲν τῶν ἄλλων ὁρθὸτατον, τὰ δὲ ζῳοτόκα

79
τῶν ἄλλων τετραπόδων· οὐδὲν γὰρ ὁμοίως τρωγλοδυτεῖ τῶν ζῳοτὸκων, οὕτʼ ἄπουν οὕτε πεζεῦον.