De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

τοῦ δʼ ἀναπνεῖν 3

78
ὁ πλεύμων ὄργανόν ἐστι, τὴν μὲν ἀρχὴν τῆς κινήσεως ἔχων ἀπὸ τῆς καρδίας, ποιὧν δʼ εὐρυχωρίαν τῇ εἰσόδῳ τού πνεύματος διὰ τὴν αὑτοὺ σομφὸτητκ καὶ τὸ μέγεθοςʼ αἰρομένου μὲν γὰρ εἰσρεῖ τὸ πνεύμα, συνιόντος δʼ ἐξέρχεται πάλιν.

4 τὸ δὲ πρὸς τὴν ἅλσιν εἶναι τὸν πλεύμονα τὴς καρδίας οὐκ εἴρηται καλῶς ἐν ἀνθρωπφ τε γὰρ συμβαίνει μόνον ὡς εἰπεῖν τὸ τῆς πηδήσεως διὰ τὸ μόνον ἐν ἐλπίδι γίνεσθαι καὶ προσδοκίᾳ το μέλλοντος, ἀπέχει τʼ ἐν τοῖς πλείστοις πολὺν τόπον καὶ κεῖται τὴν θέσιν ἀνωτέρω τοὺ πλεύμονος, ὥστε μηδὲν συμβάλεσθαι τὸν πλεύμονα πρὸς τὴν ἅλσιν τῆς καρδίας.