De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

11 ῥεῖ δὲ μάλιστα τὸ αἷμα κατὰ τοὺς εὐρυχωρεστάτους τῶν πὸρων· διόπερ ἐκ τῶν μυκτήρων καὶ τῶν οὔλων καὶ τῆς ἕδρας, ἐνίοτε δὲ καὶ ἐκ τού στόματος αἱμορροΐδες ἄπονοι γίνονται, καὶ οὐχ ὡσπερ ἐκ τὴςα ρτηρίας μετὰ βίας.

12 διεστῶσαι δʼ ἅνωσθεν ἢ τε μεγάλη

77
φλὲψ καὶ ἡ ἀορτή, κάτω δʼ ἐναλλάσσουσαι συνέχουσι τὸ σῶμα. προϊοῦσαι γὰρ σχίζονται κατὰ τὴν διφυίαν τῶν κύόλων, καὶ ἡ μὲν ἐκ τού ἔμπροσθεν εἰς τοὔπισθεν προέρχεται, ἡ δ᾿  ἐκ τοῦ ὄπισθεν εἰς τοὔμπροσθεν, καὶ συμβάλλουσιν εἰς ἓν· ὥσπερ γὰρ ἐν τοῖς πλεκομένοις ἐγγίνεται τὸ συνεχὲς μἀλλον, οὕτω καὶ διὰ τῆς τῶν φλεβῶν ἐναλλάξεως συνδεῖται τῶν σωμάτων τὰ πρόσθια τοῖς ὄπισθεν. ὁμοίως δὶ καὶ ἀπὸ τῆς καρδίας ἐν τοῖς ἄνω τόποις συμβαίνει.