De partibus animalium
Aristotle
Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.
9 ἐκ μειξόνων [*](b) δʼ είς ἐλάσσους αἱ φλέβες ἀεὶ προέρχονται ἕως τοῦ γενέσθαι τοὺς πόρους ἐλάσσους τῆς τοὺ αἵματος παχύτητος· διʼ ὧν τῷ μὲν αἵματι δίοδος οὐκ ἔστι, τῷ δὲ περιττήματι τῆς ὑγρἀς ἰκμάδος, ὅν καλοῦμεν ίὅρῶτα, καὶ τοῦτο διαθερμανθέντος τού σὸματος καὶ τῶν φλεβίων ἀναστομωθέντων.
10 ἦδη δέ τισιν ίδρῶσαι συνέβη αἱματώδει περιττώόματι διὰ καχεξίαν, τοῦ μὲν σώματος ῥυάδος καὶ μανοῦ γενομένου, τοῦ δʼ αἵματος ἐξυγρανθέντος διʼ ἀπεψίαν, ἀδυνατούσης τῆς ἐν τοῖς φλεβίοις θερμὸτητος πέσσειν διʼ ὀλιγότητα. εἴρηται γὰρ ὅτι πἀν τὸ κοινὸν γῆς καὶ ὕὅατος παχύνεται πεσσόμενον, ἡ δὲ τροφὴ καὶ τὸ αἷμα μικτὸν ἐξ ἀμφοῖν. ἀδυνατεῖ δὲ πέσσειν ἡ θερμότης οὑ μόνον διὰ τὴν αὑτῆς ὀλιγότητα ἀλλὰ καὶ διὰ πλῆθος καὶ ὑπερταύτην βολὴν τῆς εἰσφερομένης τροφῆς· γίνεται δὲ πρὸς ὀλίγη. ἡ δʼ ὑπερβολὴ δισσἡ· καὶ γὰρ τῷ ποσῷ καὶ τῷ ποιῷ· οὐ γὰρ πἀν ὁμοίως εὔπεπτον.