De partibus animalium
Aristotle
Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.
τὸ δὲ μετʼ 13 ἀκριβείας ὡς ἔχουσιν αἱ φλέβες πρὸς ἀλλήλας, ἔκ τε τῶν ἀνατομῶν δεῖ θεωρεῖν καὶ ἐκ τῆς ζωικῆς ἱστορίας. καὶ περὶ μὲν φλεβῶν καὶ καρδίας εἰρήσθω, περὶ δὲ τῶν ἅλλων σπλάγχνων σκεπτέον κατὰ τὴν αὐτὴν μέθοδον.
Πλεύμονα μὲν σὖν ἔχει διὰ τὸ πεξὸν εἶναί τι 6 γένος τῶν ζῴόων. ἀναγκαῖον μὲν γὰρ γίνεσθαι τῷ θερμῷ κατάψυξιν, ταύτης δὲ δεῖται θύραθεν τὰ [*](669,a) ἔναιμα τῶν ζῴων· θερμὸτερα γάρ. τὰ δὲ μὴ ἔναιμα καὶ τᾧ συμφύτῳ πνεύματι δύναται καταψύχειν. ἀνάγκη δὲ καταψύχειν ἔξωθεν ἢ ὕδατι ἤη ἀέρι. διόπερ τν μὲν ἰχθύων οὐδεὶς ἔχει πλεύμονα, ἀλλʼ ἀντὶ τούτου βράγχια, καθάπερ εἴρηται ἐν τοῖς περὶ ἀναπνοῆς· ὕδατι γὰρ ποιεῖται τὴν κατάψυξιν, τὰ δʼ ἀναπνέοντα τῷ ἀέρι, διόπερ πάντα τὰ ἀναπνέοντα ἔχει πλεύμονα.