Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- αἰσχρῶς δ᾽ ἀλῶμαι: προυννέπω δ᾽ ὑμῖν ὅτι
- ἔχω μεγίστην αἰτίαν κείνων ὕπο:
- παθοῦσα δ᾽ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,
- οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,
- κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
- ὁρᾶτε[*](ὁρᾶτε Hermann: ὅρα δὲ codd. καρδίας ὅθεν Hermann: καρδία (mutatum in καρδίαι) σέθεν M) πληγὰς τάσδε καρδίας ὅθεν.
- εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,
- ἐν ἡμέρᾳ δὲ μοῖρ᾽ ἀπρόσκοπος[*](μοῖρ᾽ ἀπρόσκοπος ex schol. Turnebus: μοῖρα πρόσκοπος codd.) βροτῶν.
- ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,
- χοάς τ᾽ ἀοίνους, νηφάλια[*](νηφάλια Robortello: νιφάλια codd.) μειλίγματα,
- καὶ νυκτίσεμνα[*](νυκτίσεμνα Turnebus: νυκτὸσεμνὰ (ut videtur) mutatum in νυκτὶ σεμνὰ M) δεῖπν᾽ ἐπ᾽ ἐσχάρᾳ πυρὸς
- ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
- καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.