Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ᾽δικεῖν:
- ἐπεὶ δ᾽ ἐπίστᾳ, καὶ τὸ μὴ ᾽μελεῖν μάθε.
- σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.
- μέμνησο, μὴ φόβος σὲ νικάτω φρένας.
- σὺ δ᾽, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,[*](πατρός] πρς cum signo contract. M)
- Ἑρμῆ, φύλασσε: κάρτα δ᾽ ὢν ἐπώνυμος
- πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν
- ἱκέτην. σέβει τοι Ζεὺς τόδ᾽ ἐκνόμων σέβας,
- ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.
- εὕδοιτ᾽ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;
- ἐγὼ δ᾽ ὑφ᾽ ὑμῶν ὧδ᾽ ἀπητιμασμένη
- ἄλλοισιν ἐν νεκροῖσιν, ὧν[*](ὧν ex schol. Tyrwhitt: ὡς codd.) μὲν ἔκτανον
- ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,