Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὁ δ᾽ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,
  2. καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων[*](ἀρκυστάτων Turnebus: ἀρκυσμάτων codd.)
  3. ὤρουσεν ὑμῖν ἐγκατιλλώψας[*](ἐγκατιλλώψας Turnebus: ἐκκατιλλώψας M) μέγα.
  4. ἀκούσαθ᾽ ὡς ἔλεξα τῆς ἐμῆς περὶ
  5. ψυχῆς, φρονήσατ᾽, ὦ κατὰ χθονὸς θεαί.
  6. ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα[*](κλυταιμνήστρα M) καλῶ.
Χορος
  1. ʽμ̔υγμός.ʼ
Κλυταιμήστρας Εἴδωλον
  1. μύζοιτ᾽ ἄν, ἁνὴρ δ᾽ οἴχεται φεύγων πρόσω:
  2. φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες.[*](φίλοι ... προσεικότες Weil: φίλοις ... προσίκτορες codd.)
Χορός
  1. ʽμ̔υγμός.ʼ
Κλυταιμήστρας Εἴδωλον
  1. ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος:
  2. φονεὺς δ᾽ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.
Χορός
  1. ʽὡ̓γμός.ʼ[*](in M omissa supplevit m)