Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- σκότον νέμονται Τάρταρόν θ᾽ ὑπὸ χθονός,
- μισήματ᾽ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
- ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.
- ἐλῶσι γάρ σε καὶ δι᾽ ἠπείρου μακρᾶς
- †βιβῶντ᾽ ἀν᾽[*](βιβῶντ᾽ ἀν᾽ Stephanus: βεβῶντ᾽ ἂν M totum versum secludit Bothe, fortasse recte) ἀεὶ† τὴν πλανοστιβῆ χθόνα
- ὑπέρ τε πόντον[*](πόντον Turnebus: πόντου codd.) καὶ περιρρύτας πόλεις.
- καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
- πόνον: μολὼν δὲ Παλλάδος[*](παλλάδος ad finem v. traiectum M, restituendum indicat (A et B suprascr.) m) ποτὶ πτόλιν
- ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.
- κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
- μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
- ὥστ᾽ ἐς τὸ πᾶν σε τῶνδ᾽ ἀπαλλάξαι πόνων.
- καὶ γὰρ κτανεῖν σ᾽ ἔπεισα μητρῷον δέμας.