Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πρόσθεν δὲ τἀνδρὸς[*](δὲ τἀνδρὸς Fl V: δέ τ᾽ ἀνδρὸς M) τοῦδε θαυμαστὸς λόχος[*](λόχος Fl V: λέχος M)
  2. εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.
  3. οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,
  4. οὐδ᾽ αὖτε Γοργείοισιν εἰκάσω τύποις.
  5. εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμένας
  6. δεῖπνον φερούσας: ἄπτεροί γε μὴν ἰδεῖν
  7. αὗται, μέλαιναι δ᾽ ἐς τὸ πᾶν βδελύκτροποι:
  8. ῥέγκουσι δ᾽ οὐ πλατοῖσι[*](πλατοῖσι Elmsley: πλαστοῖσι codd.) φυσιάμασιν:
  9. ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα:[*](λίβα Burges: δία M)
  10. καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα
  11. φέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας.
  12. τὸ φῦλον οὐκ ὄπωπα τῆσδ᾽ ὁμιλίας
  13. οὐδ᾽ ἥτις αἶα τοῦτ᾽ ἐπεύχεται γένος