Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.
- ἦ δεινὰ λέξαι, δεινὰ δ᾽ ὀφθαλμοῖς δρακεῖν,
- πάλιν μ᾽ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,
- ὡς μήτε σωκεῖν μήτε μ᾽ ἀκταίνειν βάσιν:[*](στάσιν M, γρ. βάσιν m)
- τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ[*](οὐ ποδωκείᾳ Fl: οὔπω δοκίαι mutatum in οὐ ποδωκίαι M) σκελῶν.
- δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.
- ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν:
- ὁρῶ δ᾽ ἐπ᾽ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ[*](θεομυσῆι M)
- ἕδραν ἔχοντα[*](ἔχοντα Fl Fa V: ἔχοντι M) προστρόπαιον, αἵματι
- στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος
- ἔχοντ᾽ ἐλαίας θ᾽ ὑψιγέννητον κλάδον,
- λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,
- ἀργῆτι μαλλῷ: τῇδε γὰρ τρανῶς ἐρῶ.