Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς,
- Ἀγαμέμνον᾽, ἀνδρῶν ναυβατῶν ἁρμόστορα:
- ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
- ἔθηκας. ἔφθιθ᾽ οὗτος[*](οὗτος recc.: οὕτως M) οὐ καλῶς, μολὼν
- εἰς οἶκον: ἀλλά νιν κελαινόφρων ἐμὴ
- μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
- κρύψασ᾽, ἃ[*](κρύψασ᾽, ἃ Musgrave: κρύψασα codd.) λουτρῶν ἐξεμαρτύρει φόνον.
- κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
- ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
- ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
- καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,
- ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
- εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους.