Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
- ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
- τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.
- οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχων[*](ἔχων Wieseler: ἔχει codd.) μύσος
- πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην[*](ἐφεζόμην Wieseler: ἐφεζομένη codd.) βρέτας.
- τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα:
- ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
- ἔς τ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
- σφαγαὶ καθαιμάξωσι νεοθήλου[*](καθαιμάξωσι Fa, νεοθήλου Turnebus: καθαιμάξουσινοθήλου M) βοτοῦ.
- πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα
- οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
- ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω.
- γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσει τάχα.