Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. σὺ δ᾽[*](δ᾽ Pearson: τ᾽ codd.) εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην:
  2. πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ᾽ αἰνέσω.
Ἀθηνᾶ
  1. τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε
  2. βροτὸς δικάζειν: οὐδὲ μὴν ἐμοὶ θέμις
  3. φόνου[*](φόνου Robortello: φόνους codd.) διαιρεῖν ὀξυμηνίτους[*](ὀξυμηνίτους Pearson: ὀξυμηνίτου codd.) δίκας:
  4. ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς[*](ἐμοῖς Pauw: ὅμως codd.)
  5. ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις:
  6. ἐγὼ[*](ἐγὼ Hartung: ὅμως codd.) δ᾽ ἄμομφον ὄντα σ᾽ αἱροῦμαι[*](αἰδοῦμαι Hermann) πόλει.
  7. αὗται δ᾽ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,
  8. καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,
  9. χώρᾳ μεταῦθις[*](χώρᾳ μεταῦθις Wellauer: χῶραι μετ᾽ αὖθις codd.) ἰὸς ἐκ φρονημάτων
  10. πέδοι[*](πέδοι Dindorf: πέδω codd.) πεσὼν ἄφερτος αἰανὴς νόσος.
  11. τοιαῦτα μὲν τάδ᾽ ἐστίν: ἀμφότερα, μένειν