Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα,
- πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος,
- πώλοις ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον.
- καινὴν[*](καινὴν Canter: καὶ νῦν codd.) δ᾽ ὁρῶσα τήνδ᾽ ὁμιλίαν χθονὸς
- ταρβῶ μὲν οὐδέν, θαῦμα δ᾽ ὄμμασιν πάρα.
- τίνες ποτ᾽ ἐστέ; πᾶσι δ᾽ ἐς κοινὸν λέγω:
- βρέτας τε τοὐμὸν τῷδ᾽ ἐφημένῳ ξένῳ,
- ὑμᾶς θ᾽ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,
- οὔτ᾽ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας[*](ὁρωμένας Stanley: ὁρωμέναις codd.)
- οὔτ᾽ οὖν βροτείοις ἐμφερεῖς μορφώμασι.
- λέγειν δ᾽ ἄμομφον[*](ἄμομφον Robortello: ἄμορφον codd.) ὄντα τοὺς πέλας κακῶς
- πρόσω δικαίων ἠδ᾽ ἀποστατεῖ θέμις.
- πεύσει τὰ πάντα συντόμως, Διὸς κόρη.