Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τε καὶ δέδοικεν[*](δέδοικεν Schütz: δέδοικε codd.) βροτῶν,
  2. ἐμοῦ κλύων θεσμὸν
  3. τὸν μοιρόκραντον ἐκ θεῶν
  4. δοθέντα τέλεον; ἔτι[*](ἔτι Hermann: ἐπὶ codd.) δέ μοι
  5. <μένει[*](μένει add. Hermann)> γέρας παλαιόν, οὐδ᾽ ἀτιμίας
  6. κύρω,[*](κύρω Hermann: κυρῶ codd.) καίπερ ὑπὸ χθόνα
  7. τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας.
Αθηνα
  1. πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
  2. ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,[*](γῆν καταφθατουμένη Stanley: τὴν καταφθατουμένην codd.)
  3. ἣν δῆτ᾽ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,
  4. τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,
  5. ἔνειμαν αὐτόπρεμνον ἐς τὸ πᾶν ἐμοί,
  6. ἐξαίρετον δώρημα Θησέως τόκοις: