Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆς[*](αἰανῆς recc.: αἰανῆ M) τέκνα.
  2. Ἀραὶ[*](ἀραὶ Fl V: ἀρὰ M) δ᾽ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.
Ἀθηνᾶ
  1. γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους.
Χορός
  1. τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσει τάχα.
Ἀθηνᾶ
  1. μάθοιμ᾽ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.
Χορός
  1. βροτοκτονοῦντας[*](βροτοκτονοῦντας] αὐτοκτονοῦντας Davies) ἐκ δόμων ἐλαύνομεν.
Ἀθηνᾶ
  1. καὶ τῷ κτανόντι ποῦ τὸ[*](ποῦ τὸ Arnald: τοῦτο codd.) τέρμα τῆς φυγῆς;[*](φυγῆς Scaliger: σφαγῆς codd.)
Χορός
  1. ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.
Ἀθηνᾶ
  1. ἦ καὶ τοιαύτας τῷδ᾽ ἐπιρροιζεῖς[*](ἐπιρροιζεῖς Scaliger: ἐπιρροιζεῖ factum ex ἐπιρροιζεῖν M) φυγάς;
Χορός
  1. φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.
Ἀθηνᾶ
  1. ἄλλαις ἀνάγκαις,[*](ἄλλαις ἀνάγκαις Bothe: ἄλλης ἀνάκης codd.) ἤ τινος[*](ἤ τινος Fl V: οὔτινος M) τρέων κότον;
Χορός
  1. ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;
Ἀθηνᾶ
  1. δυοῖν παρόντοιν ἥμισυς λόγος[*](λόγος Fl V: λόγου M) πάρα.