Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- πίπτων δ᾽ οὐκ οἶδεν τόδ᾽ ὑπ᾽ ἄφρονι λύμᾳ:
- τοῖον [γὰρ[*](γὰρ seclusit Heath)] ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται,
- καὶ δνοφεράν τιν᾽ ἀχλὺν κατὰ δώματος αὐδᾶ-
- ται πολύστονος φάτις.
- μένει γάρ: εὐμήχανοί
- τε[*](τε Wakefield: δὲ codd.) καὶ τέλειοι, κακῶν
- τε μνήμονες, σεμναὶ
- καὶ δυσπαρήγοροι βροτοῖς,
- ἄτιμ᾽ ἀτίετα[*](ἀτίετα Canter: ἀτίεται M) διόμεναι[*](διόμε.ναι M: fortasse διέπομεν Heath)
- λάχη θεῶν διχοστατοῦντ᾽ ἀνηλίῳ
- λάμπᾳ, †δυσοδοπαίπαλα[*](fortasse δυσποροπαίπαλοι Heimsoeth)
- δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.
- τίς οὖν τάδ᾽ οὐχ ἅζεταί[*](οὐχ ἅζεται Turnebus: οὐ χάζεται codd.)