Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.
  2. Παλλὰς προναία δ᾽ ἐν λόγοις πρεσβεύεται.
  3. σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα
  4. κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή:[*](ἀναστροφή scholium: ἀναστροφά M: ἀναστροφαί Fl Fa V)
  5. Βρόμιος ἔχει τὸν χῶρον, οὐδ᾽ ἀμνημονῶ,
  6. ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,
  7. λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον:
  8. Πλειστοῦ[*](Πλειστοῦ Turnebus: πλείστους codd.) τε πηγὰς καὶ Ποσειδῶνος κράτος
  9. καλοῦσα καὶ τέλειον ὕψιστον Δία,
  10. ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.
  11. καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ
  12. ἄριστα δοῖεν: κεἰ παρ᾽[*](πάρ᾽ Abresch) Ἑλλήνων τινές,
  13. ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.