Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἔλθοι,—κλύει δὲ καὶ πρόσωθεν ὢν θεός,—
- ὅπως γένοιτο τῶνδ᾽ ἐμοὶ λυτήριος.
- οὔτοι σ᾽ Ἀπόλλων οὐδ᾽ Ἀθηναίας σθένος
- ῥύσαιτ᾽ ἂν ὥστε μὴ οὐ παρημελημένον
- ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ᾽ ὅπου φρενῶν,
- ἀναίματον βόσκημα δαιμόνων, σκιάν.[*](σκιάν Heath: σκιά codd. incerta emendatio)
- οὐδ᾽ ἀντιφωνεῖς, ἀλλ᾽ ἀποπτύεις λόγους,
- ἐμοὶ τραφείς τε καὶ καθιερωμένος;[*](; add. Hermann)
- καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς:
- ὕμνον δ᾽ ἀκούσει τόνδε δέσμιον σέθεν.
- ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ
- μοῦσαν στυγερὰν
- ἀποφαίνεσθαι δεδόκηκεν,