Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πολὺς δέ μοι γένοιτ᾽ ἂν ἐξ ἀρχῆς λόγος,
  2. ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.
  3. [χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.][*](seclusit Musgrave)
  4. καὶ νῦν ἀφ᾽ ἁγνοῦ στόματος εὐφήμως καλῶ
  5. χώρας ἄνασσαν τῆσδ᾽ Ἀθηναίαν ἐμοὶ
  6. μολεῖν ἀρωγόν: κτήσεται δ᾽ ἄνευ δορὸς
  7. αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν
  8. πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.
  9. ἀλλ᾽ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς,
  10. Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,
  11. τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,
  12. φίλοις ἀρήγουσ᾽, εἴτε Φλεγραίαν πλάκα
  13. θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,