Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. λέξαι τε λάχη τὰ κατ᾽ ἀνθρώπους
  2. ὡς ἐπινωμᾷ στάσις ἁμά.[*](ἁμά Canter: ἅμα codd.)
  3. εὐθυδίκαιοι δ᾽[*](εὐθυδίκαιοι δ᾽ Hermann: εὐθυδίκαι θ᾽ οἱδ᾽ M) οἰόμεθ᾽[*](οἰόμεθ᾽ H. L. Ahrens: οίμεθ᾽ M) εἶναι:
  4. τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ᾽[*](τὸν ... προνέμοντ᾽ Hermann: τοὺς ... προνέμοντας codd.)
  5. οὔτις ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν,[*](ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν Porson: ἀφ᾽ ἡμῶν μῆνις ἐφέρπει codd.)
  6. ἀσινὴς δ᾽ αἰῶνα διοιχνεῖ:
  7. ὅστις δ᾽ ἀλιτὼν[*](ἀλιτὼν Auratus: ἀλιτρῶν codd.) ὥσπερ ὅδ᾽ ἁνὴρ[*](ἁνὴρ Porson: ἀνὴρ codd.)
  8. χεῖρας φονίας ἐπικρύπτει,
  9. μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν
  10. παραγιγνόμεναι[*](παραγινόμεναι codd.) πράκτορες αἵματος
  11. αὐτῷ τελέως ἐφάνημεν.
Χορός
  1. μᾶτερ ἅ μ᾽ ἔτικτες, ὦ μᾶτερ
  2. Νύξ, ἀλαοῖσι[*](ἀλαοῖσι Paley: ἀλαοῖσιν M) καὶ δεδορκόσιν