Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τιν᾽[*](τίν᾽ codd.: fort. τιν᾽ οὐκ εὐσεβῶν Hermann) ἀσεβῶν ἢ τοκέας φίλους,
  2. ἔχονθ᾽ ἕκαστον τῆς δίκης ἐπάξια.—
  3. μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν
  4. ἔνερθε χθονός,
  5. δελτογράφῳ δὲ πάντ᾽ ἐπωπᾷ φρενί.[*](Carmen inter choreutas distribuendum)
Ὀρέστης
  1. ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι
  2. πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη
  3. σιγᾶν θ᾽ ὁμοίως: ἐν δὲ τῷδε πράγματι
  4. φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου:
  5. βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,
  6. μητροκτόνον μίασμα δ᾽ ἔκπλυτον πέλει.
  7. ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ
  8. Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.