Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὁ δ᾽ αὖτέ γ᾽ οὖν ἀλκὰν ἔχων
- περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου
- ὑπόδικος θέλει γενέσθαι χερῶν.—
- τὸ δ᾽ οὐ πάρεστιν: αἷμα μητρῷον χαμαὶ
- δυσαγκόμιστον, παπαῖ,
- τὸ διερὸν πέδοι χύμενον[*](πέδοι χύμενον Porson: πέδωι κεχυμένον codd.) οἴχεται.—
- ἀλλ᾽ ἀντιδοῦναι δεῖ σ᾽ ἀπὸ ζῶντος ῥοφεῖν
- ἐρυθρὸν ἐκ μελῶν[*](metri causa μελῶν scripsi: μελέων codd.) πέλανον: ἀπὸ δὲ σοῦ
- φεροίμαν βοσκὰν[*](φεροίμαν βοσκὰν Wellauer: βοσκὰν φεροίμαν M) πώματος δυσπότου:—
- καὶ ζῶντά σ᾽ ἰσχνάνασ᾽ ἀπάξομαι κάτω,
- ἀντίποιν᾽ ὡς[*](ἀντίποιν᾽ ὡς Schütz: ἀντιποίνους codd.) τίνῃς[*](τίνῃς Fa: τείνης M ματροφόνου Casaubon: μητροφόνας codd.) ματροφόνου δύας.—
- ὄψι δὲ κεἴ[*](δὲ κεἴ τις Schütz: δ᾽ ἐκεῖ τίς codd.) τις ἄλλος[*](ἄλλος Heath: ἄλλον codd.) ἤλιτεν βροτῶν
- ἢ θεὸν ἢ ξένον