Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. εἰ[*](εἰ Canter: ἦ M) τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς
  2. τὸ μὴ τίνεσθαι[*](τίνεσθαι Meineke: γενέσθαι codd.) μηδ᾽ ἐποπτεύειν κότῳ,
  3. οὔ φημ᾽ Ὀρέστην σ᾽[*](σ᾽ Robortello: γ᾽ M) ἐνδίκως ἀνδρηλατεῖν.
  4. τὰ μὲν γὰρ οἶδα κάρτα σ᾽ ἐνθυμουμένην,
  5. τὰ δ᾽ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.
  6. δίκας δὲ Παλλὰς[*](δὲ Παλλὰς Sophianus: δ᾽ ἐπάλλας M) τῶνδ᾽ ἐποπτεύσει θεά.
Χορός
  1. τὸν ἄνδρ᾽ ἐκεῖνον οὔ τι μὴ λίπω[*](λίπω Porson: λείπω codd.) ποτέ.
Ἀπόλλων
  1. σὺ δ᾽ οὖν δίωκε καὶ πόνον πλέω[*](πλέω Auratus: πλέον codd.) τίθου.
Χορός
  1. τιμὰς σὺ μὴ ξύντεμνε τὰς ἐμὰς λόγῳ.
Ἀπόλλων
  1. οὐδ᾽ ἂν δεχοίμην ὥστ᾽ ἔχειν τιμὰς σέθεν.
Χορός
  1. μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγει:
  2. ἐγὼ δ᾽, ἄγει[*](ἄγει Fl V: ἄγειν M) γὰρ αἷμα μητρῷον,[*](μητρῷον Fl V: μητρώων M) δίκας
  3. μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ.[*](κἀκκυνηγετῶ Erfurdt: κἀκκυνηγέτης M)