Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐγὼ δ᾽ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι:
  2. δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει
  3. τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφ᾽ ἑκών.
Ὀρέστης
  1. ἄνασσ᾽ Ἀθάνα, Λοξίου κελεύσμασιν
  2. ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,
  3. οὐ προστρόπαιον οὐδ᾽ ἀφοίβαντον χέρα,
  4. ἀλλ᾽ ἀμβλὺν ἤδη προστετριμμένον[*](fortasse ἀμβλὺς ... προστετριμμένος Prien) τε πρὸς
  5. ἄλλοισιν οἴκοις καὶ πορεύμασιν[*](πορεύμασιν Porson: πορεύμασι codd.) βροτῶν.
  6. ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,
  7. σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,
  8. πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.
  9. αὐτοῦ φυλάσσων ἀμμενῶ[*](ἀμμενῶ Dindorf: ἀναμένω codd.) τέλος δίκης.
Χορός
  1. εἶεν: τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.