Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;
- οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν.
- ἀλλ᾽ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον.
- τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.
- τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.
- τί γάρ; γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;
- οὐκ ἂν γένοιθ᾽ ὅμαιμος αὐθέντης φόνος.