Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. Φοίβη: δίδωσι[*](δίδωσιν M) δ᾽ ἣ γενέθλιον δόσιν
  2. Φοίβῳ: τὸ Φοίβης δ᾽ ὄνομ᾽ ἔχει παρώνυμον.
  3. λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,
  4. κέλσας ἐπ᾽ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,
  5. ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ᾽[*](Παρνησοῦ θ᾽ Robortello: παρ νησοῦσθ᾽ M) ἕδρας.
  6. πέμπουσι δ᾽ αὐτὸν καὶ σεβίζουσιν μέγα
  7. κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα
  8. ἀνήμερον τιθέντες ἡμερωμένην.
  9. μολόντα δ᾽ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,
  10. Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.
  11. τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα
  12. ἵζει τέταρτον τοῖσδε[*](τοῖσδε Voss: τόνδε M) μάντιν ἐν θρόνοις:[*](θρόνοις Turnebus: χρόνοις codd.)
  13. Διὸς προφήτης δ᾽ ἐστὶ[*](ἐστὶν M) Λοξίας πατρός.