Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. θεοὺς[*](ἀπειλεῖ ... θεοὺς secludere volt Wecklein) ἀτίζων, κἀπογυμνάζων στόμα
  2. χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν
  3. πέμπει γεγωνὰ[*](γεγωνὰ Brunck: γεγωνᾷ (ι adscr. m) M recc. plerique) Ζηνὶ κυμαίνοντ᾽ ἔπη:
  4. πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον[*](πυρφόρον recc.: πυρφόρων M)
  5. ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον
  6. μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
  7. ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ, κεἰ στόμαργός ἐστ᾽ ἄγαν,