Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. χρυσοῖς δὲ φωνεῖ γράμμασιν “Πρήσω πόλιν.”
  2. τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται,
  3. τίς ἄνδρα κομπάσαντα[*](κομπάσαντα M: κομπάζοντα m1 et recc.) μὴ τρέσας μενεῖ;
Ετεοκλης
  1. καὶ τῷδε κόμπῳ[*](κόμπῳ Keck: κέρδει codd.) κέρδος ἄλλο τίκτεται.
  2. τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων
  3. ἡ γλῶσσ᾽ ἀληθὴς γίγνεται[*](γίνεται codd.) κατήγορος.
  4. Καπανεὺς δ᾽ ἀπειλεῖ δρᾶν παρεσκευασμένος,