Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- αἴθων τέτακται λῆμα, Πολυφόντου βία,
- φερέγγυον φρούρημα, προστατηρίας
- Ἀρτέμιδος εὐνοίαισι σύν τ᾽ ἄλλοις θεοῖς.
- λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.
- ὄλοιθ᾽ ὃς πόλει μεγάλ᾽ ἐπεύχεται,
- κεραυνοῦ δέ νιν[*](νιν Brunck: μιν codd.) βέλος ἐπισχέθοι,
- πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν θ᾽