Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν
- καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς
- Ἔριν πέδοι[*](πέδοι Dindorf: πέδῳ codd.) σκήψασαν ἐμποδὼν σχεθεῖν.
- τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολὰς
- μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν:
- ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,
- φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη: