Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- φόρους μόρους ὑπὲρ φίλων
- ὀλομένων ἰδέσθαι.
- τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί:[*](θεοὶ δοῖεν M, corrigit m)
- Καπανεὺς δ᾽ ἐπ᾽ Ἠλέκτραισιν εἴληχεν πύλαις,
- γίγας ὅδ᾽ ἄλλος τοῦ πάρος λελεγμένου
- μείζων, ὁ κόμπος δ᾽ οὐ κατ᾽ ἄνθρωπον φρονεῖ,
- πύργοις δ᾽ ἀπειλεῖ δείν᾽, ἃ μὴ κραίνοι τύχη: