Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τοιαῦτ᾽ ἐμοῦ λόγοισιν ἐξηγουμένου
  2. οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.
  3. κράτιστα δή μοι τῶν παρεστώτων τότε
  4. ἐφαίνετ᾽ εἶναι προσλαβόντα[*](προσλαβόντα recc.: προσλαβόντι M) μητέρα
  5. ἑκόνθ᾽ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.
  6. ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
  7. κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
  8. αὐτοῖσι συμμάχοισι. τοιάδ᾽ ἐξ ἐμοῦ
  9. ὁ τῶν θεῶν τύραννος ὠφελημένος